expr:class='"loading" + data:blog.mobileClass'>

nasdaq

Search in navarinoinvestment

auto slider

Τρίτη 16 Οκτωβρίου 2018

Τί σημαίνει το όνομα Ιησούς-Whats mean the name Jesus


αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρ-    τιῶν αὐτῶν, ὡς οἱ ἀπομνημονεύσαντες πάντα τὰ περὶ τοῦ σω- τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐδίδαξαν, οἷς ἐπιστεύσαμεν, ἐπειδὴ καὶ διὰ Ἠσαίου τοῦ προδεδηλωμένου τὸ προφητικὸν πνεῦμα τοῦτον γεννησόμενον, ὡς προεμηνύομεν, ἔφη τὸ πνεῦμα οὖν καὶ τὴν δύναμιν τὴν παρὰ τοῦ θεοῦ οὐδὲν ἄλλο νοῆσαι θέμις τὸν λόγον, ὃς καὶ πρωτότοκος τῷ θεῷ ἐστι Μωυσῆς προδεδηλωμένος προφήτης ἐμήνυσε· καὶ τοῦτο ἐλθὸν ἐπὶ τὴν παρθένον καὶ ἐπισκιάσαν οὐ διὰ συνουσίας ἀλλὰ διὰ δυνά-   μεως ἐγκύμονα κατέστησε. τὸ δὲ Ἰησοῦς, ὄνομα τῇ Ἑβραΐδι
φωνῇ, σωτὴρ τῇ Ἑλληνίδι διαλέκτῳ δηλοῖ.
  ὅθεν
καὶ ἄγγελος πρὸς τὴν παρθένον εἶπε· Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρ- τιῶν αὐτῶν. ὅτι δὲ οὐδενὶ ἄλλῳ θεοφοροῦνται οἱ προφη- τεύοντες εἰ μὴ λόγῳ θείῳ, καὶ ὑμεῖς, ὡς ὑπολαμβάνω, φήσετε


JUSTINUS MARTYR,Apologia
(First Apology of Justin Martyr)

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου